Παρασκευή, 29 Αυγούστου 2014

Τα Εγκώμια της Θεοτόκου στην Γεθσημανή (ΒΙΝΤΕΟ & ΦΩΤΟ)

Τήν πρωΐαν τῆς Τετάρτης, 14ης/27ης Αὐγούστου 2014, ἐτελέσθη ἡ ἀκολουθία τῶν Ἐγκωμίων τῆς Θεοτόκου εἰς τόν ἱερόν Ναόν Κοιμήσεως τῆς Θεοτόκου ἐν Γεθσημανῇ ἐνώπιον τοῦ Θεομητορικοῦ αὐτῆς μνήματος.
Διά τήν κατανυκτικήν ταύτην καί μοναδικήν ἐν τῇ Ὀρθοδόξῳ Ἐκκλησίᾳ ἀκολουθίαν ἐξεκίνησε μακρά πομπή τῶν Ἁγιοταφιτῶν Πατέρων, εἰς οὕς προσετέθησαν ἱερεῖς τῶν Ὀρθοδόξων Ἐκκλησιῶν, ἀλλά καί προσκυνηταί, ἐκ τοῦ Πατριαρχείου, διέσχισε τήν ὁδόν τοῦ Μαρτυρίου, διερχομένη πρό τῶν Ἱερῶν Μονῶν τοῦ ἁγίου Χαραλάμπους, Πραιτωρίου, καί Θεοπατόρων ἁγίων Ἱωακείμ καί Ἄννης, ἐξῆλθε τῆς Πύλης τῶν Λεόντων καί διελθοῦσα πρό τῆς Μονῆς τοῦ Ἁγίου Στεφάνου, κατέληξεν εἰς...
τό ἡγουμενεῖον τῆς Γεθσημανῆς.
Ἐνταῦθα ἐκάθισεν ὁ Μακαριώτατος καί οἱ Ἀρχιερεῖς, ἄχρις οὗ κατῆλθον οἱ ἱερεῖς, ἐνεδύθησαν τά ἄμφια αὐτῶν καί παρετάχθησαν εἰς τήν αὐλήν τοῦ ἱεροῦ Προσκυνήματος τῆς Γεθσημανῆς διά τήν Προϋπάντησιν τοῦ Μακαριωτάτου.
Ἐλθών ὁ Μακαριώτατος ἐνταῦθα, ηὐλόγησε τό θυμίαμα καί εἰσῆλθεν εἰς τόν ἱερόν Ναόν, τῶν ἱερέων προπορευομένων καί τῶν ψαλτῶν ὑπό τήν Διεύθυνσιν τοῦ Πρωτοψάλτου τοῦ Ναοῦ τῆς Ἀναστασεως Ἀρχιμανδρίτου π. Ἀριστοβούλου ψαλλόντων «Ἐν τῇ Γεννήσει τήν Παρθενίαν ἐφύλαξας».
Ἅμα τῇ προσκυνήσει εἰς τό Θεομητορικόν Μνῆμα, ὁ Μακαριώτατος ἀνῆλθεν εἰς τόν Θρόνον, ἔνθα καί προσελθόντες οἱ ἱερεῖς ἔλαβον καιρόν καί ἐνεδύθησαν οἱ Ἀρχιερεῖς, καί τοῦ Ἐπιταφίου μετά τῆς εἰκόνος τῆς Κοιμήσεως τῆς Θεοτόκου εἰς τό μέσον τοῦ Ναοῦ ὑπό τῶν ἱερεων τοποθετηθέντος, ἤρξατο ἡ ἀκολουθία τῶν Ἐγκωμίων, ψαλλομένων εἰς τρεῖς στάσεις:
Α. «Ἡ ἁγνή ἐν τάφῳ κατετέθης βαβαί»,
Β. «Ἄξιόν ἐστιν, μεγαλύνειν σέ τήν θεοδόχον» καί
Γ. «Αἱ γενεαί πᾶσαι, ὕμνον τῇ ταφῆ σου», τῇ συμμετοχῇ πολλοῦ λαοῦ ἐντοπίων καί προκυνητῶν, παρουσίᾳ δέ τοῦ Γενικοῦ Προξένου τῆς Ἑλλάδος εἰς Ἱεροσόλυμα κ. Γεωργίου Ζαχαριουδάκη.
 Ἅμα τῇ λήξει τῆς γ’ στάσεως καί πρό τῶν Εὐλογηταρίων ἐξεφώνησε τόν λόγον τῆς ἡμέρας ὁ Γέρων Ἀρχιγραμματεύς
Ἀρχιεπίσκοπος Κωνσταντίνης κ. Ἀρίσταρχος (ἴδε βίντεο 3).
Ὅτε ἐψάλησαν οἱ Αἶνοι καί προσεκύνησαν οἱ Ἀρχιερεῖς καί οἱ Ἱερεῖς καί εἰς τό Ἅγιος ὁ Θεός τῆς Δοξολογίας, οἱ ἱερεῖς κρατοῦντες τόν Ἐπιτάφιον, ἦλθον εἰς τάς βαθμίδας τῆς εἰσόδου τοῦ Ναοῦ, ἔνθα ὁ Μακαριώτατος ἀνέπεμψε δέησιν ὑπέρ εἰρήνης καί ἀγαθῆς καταστάσεως τοῦ σύμπαντος κόσμου.
Ἐν τέλει οἱ ἱερεῖς  ἔφερον τόν Ἐπιτάφιον εἰς τῶν χῶρον τῆς Πλατυτέρας, νοτίως τοῦ Θεομητορικοῦ Μνήματος, ἔνθα ἀνεπέμφθη καί πάλιν δέησις καί ἐψάλη ὁ Πατριαρχικός Πολυχρονισμός.
 Ἅμα τῇ ἀπολύσει ὁ καθηγούμενος π. Νεκτάριος ἐδεξιώθη τήν Πατριαρχικήν καί Ἱερατικήν συνοδείαν καί προσκυνητάς εἰς τό ἡγουμενεῖον δι’ ὀπωρῶν, σύκων καί σταφυλῶν καί διά ψυχροῦ ὕδατος πρός ἀνάπαυσιν ἐκ τῆς δίψης καί τοῦ κόπου διά τήν τιμήν τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, τῆς ἐν ὑπακοῇ καί ἀφοσιώσει συνεργησάσης εἰς τό μυστήριον τῆς σωτηρίας ἡμῶν.
http://youtu.be/kjY_C-ORH-4  (ΒΙΝΤΕΟ1)
http://youtu.be/oWzkV4ivPMg (ΒΙΝΤΕΟ2)
http://youtu.be/s6OnSULl6mg (ΒΙΝΤΕΟ3)













Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου